Daniel 4

1ναβουχοδονοσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ ειρηνη ὑμῖν πληθυνθείη· 2τὰ σημεῖα καὶ τὰ τέρατα, ἐποίησεν μετ' ἐμοῦ θεὸς ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν 3ὡς μεγάλα καὶ ἰσχυρά· βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. 4ἐγὼ Ναβουχοδονοσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου. καὶ εὐθαλῶν. 5ἐνύπνιον εἶδον καὶ ἐφοβέρισέν με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με. 6καὶ δι' ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς βαβυλωνος ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι. 7καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί, μάγοι, γαζαρηνοί, χαλδαιοι καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν, καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι, 8ἕως οὗ ἦλθεν δανιηλ οὗ τὸ ὄνομα βαλτασαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει, καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπα 9βαλτασαρ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοὶ καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι. 10ἐπὶ τῆς κοίτης μου ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς· καὶ τὸ ὕψος αὐτοῦ πολύ. 11ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς· 12τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πάντων ἐν αὐτῷ καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ. 13ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ ιρ καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη 14καὶ ἐφώνησεν ἐν ἰσχύι καὶ οὕτως εἶπεν Ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ· 15πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ, ἐάσατε καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται, καὶ μετὰ τῶν θηρίων μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς 16 καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν. 17διὰ συγκρίματος ιρ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κύριός ἐστιν ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ἐὰν δόξῃ, δώσει αὐτὴν καὶ ἐξουδένημα ἀνθρώπων ἀναστήσει ἐπ' αὐτήν. 18τοῦτο τὸ ἐνύπνιον, εἶδον ἐγὼ ναβουχοδονοσορ βασιλεύς, καὶ σύ, βαλτασαρ τὸ σύγκριμα εἰπόν, ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ. δηλῶσαί μοι, σὺ δέ, Δανιηλ δύνασαι, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. 19τότε Δανιηλ, οὗ τὸ ὄνομα βαλτασαρ ἀπηνεώθη ὡσεὶ ὥραν μίαν καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν, καὶ ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν βαλτασαρ τὸ ἐνύπνιον καὶ σύγκρισις μὴ κατασπευσάτω σε. καὶ ἀπεκρίθη βαλτασαρ καὶ εἶπεν κυριε τὸ ἐνύπνιον τοῖς μισοῦσίν σε καὶ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου. 20τὸ δένδρον εἶδες, τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν 21καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ 22σύ, εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ κυριεία σου εἰς τὰ πέρατα τῆς γῆς, 23καὶ ὅτι εἶδεν βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ, καὶ εἶπεν εκτιλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ' αὐτόν, 24τοῦτο σύγκρισις αὐτοῦ βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστίν, ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα, 25καὶ σε. ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σὲ καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σε, ἕως οὗ γνῷς ὅτι κυριεύει ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ἂν δόξῃ, δώσει αὐτήν. 26καὶ ὅτι εἶπαν εασατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου βασιλεία σού σοι μενεῖ, ἀφ' ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον. 27διὰ τοῦτο, βασιλεῦ, βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου, ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου. ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασίν σου θεός. 28ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσορ, τὸν βασιλέα. 29μετὰ δωδεκάμηνον ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν βαβυλωνι περιπατῶν 30ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν ουχ Αὕτη ἐστὶν Βαβυλὼν μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα, εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου. εἰς τιμὴν τῆς δόξης μου; 31ἔτι τοῦ λόγου ἐν στόματι τοῦ βασιλέως ὄντος φωνὴ ἀπ' οὐρανοῦ ἐγένετο Σοὶ λέγουσιν, Ναβουχοδονοσορ βασιλεῦ, βασιλεία παρῆλθεν ἀπὸ σου, 32καὶ ἀπὸ τῶν ἀνθρώπων σε, ἐκδιώξουσιν, καὶ μετὰ θηρίων ἀγρίων κατοικία σου· καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτά, καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὐ γνῷς ὅτι κυριεύει ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ἐὰν δόξῃ, δώσει αὐτήν. 33αὐτῇ τῇ ὥρᾳ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων. 34καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ ναβουχοδονοσορ τοὺς ὀφθαλμούς μου, εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ' ἐμὲ ἐπεστράφησαν, καὶ τῷ ὑψίστῳ· εὐλόγησα καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, 35καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ τι ἐποίησας; 36αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμέ, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι. 37νῦν οὖν ἐγὼ Ναβουχοδονοσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι.
Copyright information for LXX